Ancient Greek · ~7 min
10.12 to 10.21
Septuaginta, Daniel (Theodotionis versio) 10.12-21
Not analysed yet
καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἦς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλθον τῷ ῥήματί σου. καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μιχαὴλ εἶς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι, καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν. καὶ εἶπέν μοι Ἠλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν, ἔτι γαρ ὥρα εἰς ἡμέρας. καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ᾿ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπον μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα. καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατο μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου Κύριε· καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπʼ ἐμέ, καὶ οὐκ ἦν ἐπʼ ἐμοὶ ἰσχύς· καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσθένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχὺς καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί. καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ κἄτι σχυσέ με, καὶ εἶπέν μοι Ἄνθρωπος ἐλεεινὸς εἶ, μὴ φοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυσαι. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέν με. καὶ εἶπεν πρὸς μέ Γινώσκεις τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο. καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας· καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετʼ ἐμοῦ ὑπέρ τούτων ἀλλ᾿ ἡ Μιχαὴλ ὁ ἄγγελος.