Ancient Greek · ~7 min
11.1 to 11.12
Septuaginta, Daniel (Theodotionis versio) 11.1-12
Not analysed yet
Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι Καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι· ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι, καὶ ο΄ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων. καὶ στήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει καθὼς ἂν βούληται. καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐδυνάστευσε· ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέρους διδάξει ταῦτα. καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου, καὶ εἶς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύ- σει δυναστείᾳ μεγάλῃ ἡ δυναστεία αὐτοῦ. καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς, καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας· καὶ οὐ μὴ κατισχύσῃ, ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν, καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετʼ αὐτοῦ, καὶ μενεῖ εἰς ὥρας. καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθʼ ἑαυτόν, καὶ ἥξει> ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ, καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει. καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν, καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν, τὸ ἀργύριον καὶ τὸ Χρυσίον, ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Aἴγυπτον· καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ. καὶ εἰσελεύσεται εἰς βασιλείαν βασιλεὺς Αἰγύπτου ἡμέρας, καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ, καὶ ὁ υἱὸς αὐτοῦ· καὶ ἐρεθισθήσεται, καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ, καὶ εἰσελεύσεται κατʼ αὐτὴν κατασύρων. παρελεύσεται καὶ ἐπιστρέψει· καὶ παροξυνθήσεται ἐπὶ πολύ. καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου, καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ, καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ· καὶ λήψεται τὴν συναγωγήν, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ.