Ancient Greek · ~7 min
2.11 to 2.23
Septuaginta, Daniel (Theodotionis versio) 2.11-23
Not analysed yet
καὶ ὁ λόγος ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μὴ τι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει. τότε ὁ βασιεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας. καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι· ἐζητήθη δὲ ὁ Δανιὴλ καὶ πάντες οἱ μετʼ αὐτοῦ χάριν τοῦ συναπολέσθαι τότε Δανιὴλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν Ἀριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας, καὶ ἐπυνθάνετο αὐτοῦ λέγων Ἄρχων τοῦ βασιλέως, περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Ἀριώχης τῷ Δανιήλ. ό δὲ Δανιὴλ εἰσἡλθε ταχέως πρὸς τὸν βασιλέα, καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρονος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως. Τότε ἀπελθὼν Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία τοῖς συνεταίροις ὑπέδειξε πάντα, καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμαωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοθῶσι Δανιὴλ καὶ οἱ μετʼ αὐτοῦ εἰς ἀπώλειαν ἄμα τοῖς σοφισταῖς Βαβυλῶνος. τότε τῷ Δανιὴλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως. τότε Δανιὴλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον, καὶ ἐκφωνήσας εἶπεν Ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν· ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί, καὶ παρʼ αὐτῷ κατάλυσις. σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι, καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα, τοῦ δη- λῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα.