Ancient Greek · ~6 min
2.24 to 2.34
Septuaginta, Daniel (Theodotionis versio) 2.24-34
Not analysed yet
εἰσελθὼν δὲ Δανιὴλ πρὸς τὸν Ἀριὼχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω. Τότε Ἀριὼχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιὴλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ἰουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα. ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ, ἐπικαλουμένῳ δὲ Χαλδαιστὶ Βαλτασάρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὄραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν; ἐκφωνήσας δὲ ὁ Δανιὴλ ἐπὶ βασιλέως εἶπεν Τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις· άλλʼ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἄ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· καὶ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι. κἀμοὶ δέ οὐ παρὰ τὴν σοφίαν τὴν οὗσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη, ἀλλ᾿ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει. καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου· καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά. καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον. ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά.