Ancient Greek · ~4 min
Chapter 4
Septuaginta, Daniel (Theodotionis versio) 4.34c
Not analysed yet
c Ναβουχοδονοσὸρ βασιλεὺς πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν αὐταῖς· εἰρήνη ὑμῖν πληθυνθείη ἐν παντὶ καιρῷ. καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις ἃς ἐποίησεν μετʼ ἐμοῦ ὁ θεὸς ὁ μέγας· ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοφισταῖς ὑμῶν ὅτι ἔστι θεός, καὶ τὰ θαυμάσια αὐτοῦ μεγάλα· τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα, ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηθέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. Βαλτασὰρ ὸ βασιλεὺς ἐποίησεν δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ τῶν βασιλείων αὐτοῦ· ἐκάλεσεν ἄνδρας δισχιλίους. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δαλτασὰρ ἐνυψ ούμενος ἀπὸ τοῦ οἴνου καἰ και καυχῦμενος ἐπῄ- νεσεν πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς χωνευτοὺς καὸ γλυπτοὺς ἐν τῷ τόπῳ αὐτοῦ, καὶ τῷ θεῷ τῷ ὐφἰστῳ οὐκ ἔδωκεν αἴνεσιν. ἐν αὐτῇ τῇ νυκτὶ ἐξῆλθον δάκτυλοι ὡσεὶ ἀνθρώπου καὶ ἐπέγραψαν ἐπὶ τοῦ τοίχου οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ λύχνους Μανή, φαρές, θεκέλ. ἔστι δὲ ἡ ἑρμηνεία αὐτῶν· μανή, ἠρίθμηται φαρές, ἐξῆρται· θεκέλ, ἕσταται.