Ancient Greek · ~3 min
5.1 to 5.6
Septuaginta, Daniel (Theodotionis versio) 5.1-6
Not analysed yet
Βαλτασὰρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ροις αὐτοῦ. καὶ ἔπινεν οἶνον, καὶ ἀνυψώθη ἡ καρδία αὐτοῦ, καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ θεοῦ, ἃ ἤνεγκε Ναβουχοδονοσὸρ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ἰερουσαλήμ, καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ. καὶ ἠνέχθη, καὶ ἕπινον ἐν αὐτοῖς· καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν, καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν. ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ φωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασάρ, καὶ εἶδε χεῖρα γράφουσαν. καὶ ἡ ὄρασις αὐτοῦ ἠλλοιώθη, καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον. ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη, καὶ ἑώρα τὴν γραφὴν ἐκείνην, καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο.