Ancient Greek · ~7 min
9.1 to 9.11
Septuaginta, Daniel (Theodotionis versio) 9.1-11
Not analysed yet
Ἔτους πρώτου ἐπὶ Δαρείου τοῦ Ξέρξου ἀπὸ τῆς γενεᾶς τῆς Μηδικῆς, οἱ ἐβασίλευσαν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων· τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιὴλ διενοήθην ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὅτε ἐγένετο πρόσταγμα τῇ γῆ ἐπὶ Ἰερεμίαν τὸν προφήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ Ἰερουσαλήμ, ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ Κύριον τὸν θεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. καὶ προσηυξάμην πρὸς Κύριον τὸν θεόν· ἐξωμολογησάμην καὶ εἶπα Ἰδού, κύριε, σὺ εἶ ὁ θεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς καὶ ὁ φοβερός, τηρῶν τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσί σε καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά σου· ἡμάρτομεν, ὴδικήσαμεν, ἠσεβήσαμεν, καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου· καὶ οὐκ ἠκούσαμεν τῶν παίδων σου τῶν προφητῶν, ἃ ἐλάλησαν ἐπὶ τῷ ὀνόματί σου ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ δυνάστας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ παντὶ ἔθνει ἐπὶ τῆς γῆς. σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, κατὰ τὴν ἡμέραν ταύτην, ἀνθρώποις Ἰούδα καὶ καθημένοις ἐν Ἰερουσαλὴμ καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις εἰς ἅς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ ᾖ ἐπλημμέλησαν ἐναντίον σου. δέστ ποτα, ἡμίν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν, ὅτι ἡμάρτομέν σοι. τῷ κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος, ὅτι ἀπέστημεν ἀπὸ σοῦ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατακολουθῆσαι τῷ νόμῳ σου ᾧ ἔδωκας ἐνώπιον Μωσῆ καὶ ἡμῶν διὰ τῶν παίδων σου τῶν προφητῶν. καὶ πᾶς Ἰσραὴλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῇ παιδὸς τοῦ θεοῦ· ὅτι ἡμάρτομεν αὐτῷ.