Ancient Greek · ~7 min
9.12 to 9.19
Septuaginta, Daniel (Theodotionis versio) 9.12-19
Not analysed yet
καὶ ἔστησεν ἡμῖν τὰ προστάγματα αὐτοῦ, ὅσα ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, ὅσα ἔκρινας ἡμῖν ἐπαγαγεῖν ἐφʼ ἡμᾶς, κακὰ μεγάλα, οἶα οὐκ ἐγενήθη ὑπὸ τὸν οὐρανὸν καθότι ἐγενήθη ἐν Ἰερουσαλήμ. κατὰ τὰ γεγραμμένα ἐν διαθήκῃ Μωσῇ, πάντα τὰ κακὰ ἐπῆλθεν ἡμῖν· καὶ οὐκ ἐξεζητήσαμεν τὸ πρόσωπον Κυρίου θεοῦ ἡμῶν, ἀποστῆναι ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ διανοηθῆναι τὴν δικαιοσύνην σου, Κύριε. καὶ ἠγρύπνησε Κύριος ὁ θεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πάντα ὅσα ἂν ποιήσῃ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. καὶ νῦν, δέσποτα κύριε ὁ θεὸς ἡμῶν, ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην· ἡμάρτομεν, ἠγνοήκαμεν. δέσποτα, κατὰ τὴν δικαιοσύνην σου ἀποστραφήτω ὁ θυμός σου καὶ ἡ ὀργὴ σου ἀπὸ τῆς πόλεως σου Ἰερουσαλήμ, ὄρους τοῦ ἁγίου σου· ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐν ταῖς ἀγνοίαις τῶν πατέρων ἡμῶν Ἰερουσαλὴμ καὶ ὁ δῆμός σου, κύριε, εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικυκλῶ ἡμῶν. καὶ νῦν ἐπάκουσον, δέσποτα, τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου, καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου, δέ. σποτα. πρόσχες, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεως σου, ἐφʼ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῆς· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, κύριε, σὺ ἱλάτευσον. κύριε, ἐπάκουσον καὶ ποίησον, καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ, δέσποτα· ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιὼν καὶ ἐπὶ τὸν λαόν σου Ἰσραήλ.