Ancient Greek · ~5 min
9.20 to 9.26
Septuaginta, Daniel (Theodotionis versio) 9.20-26
Not analysed yet
Καὶ ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον Κυρίου θεοῦ μου καὶ ὑπέρ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ ἡμῶν· καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου, καὶ ἰδοὺ ὁ ἀνὴρ ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν, Γαβριὴλ, τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς. καὶ προσῆλθε καὶ ἐλάλησε μετʼ ἐμοῦ καὶ εἶπεν Δανιὴλ, ἄρτι ἐξῆλθον ὑποδεῖξαί σοι διάνοιαν. ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου, καὶ ἐγὼ ἧλθον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ καὶ διανοήθητι τὸ πρόσταγμα. ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιὼν συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ διανοηθῆναι τὸ ὃραμα καὶ δοθῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθῆναι τὰ ὁράματα καὶ προφήτην, καὶ εὐφρᾶναι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ διανοηθήσῃ καὶ εὐφρανθήσῃ καὶ εὑρήκεις προστάγματα ἀποκριθῆναι, καὶ οἰκοδομήσεις Ἰερουσαλὴμ πόλιν Κυρίῳ. καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρίσμα καὶ οὐκ ἔσται, καὶ βασιλεία ἐθνῶν φθερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ, καὶ ἣξει ἡ συντέλεια αὐτοῦ μετ᾿ ὀργῆς καὶ καιροῦ συντελείας· ἀπὸ πολέμου πολεμηθήσεται.