Ancient Greek · ~3 min
1.42 to 1.46
Septuaginta, Deuteronomium 1.42-46
Not analysed yet
καὶ εἶπεν κύριος πρὸς μέ Εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ’ ὑμῶν· κα οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν. καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου· καὶ παρέβητε τὸ ῥῆμα Τυρίου, καὶ παρα- βιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν, κα κατεδίωξαν ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ. καὶ καθίσαντες ἐκλαίετε ἔναντι Τυροῦ τοῦ θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. καὶ ἐνεκάθησθε ἐν Καδὴς ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε ἐκεῖ.