Ancient Greek · ~7 min
2.1 to 2.13
Septuaginta, Deuteronomium 2.1-13
Not analysed yet
καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυάν, ὃν τρόπον ἐλάλησεν Κύριος πρὸς μέ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. καὶ εἶπεν κύριος πρὸς μέ Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· καὶ τῷ λῆ ἔντειλαι λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἠσαύ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι υἱοῖς Ἠσαὺ δέδωκα τὸ ὄρος τὸ Σηείρ. βρώματα ἀργυρίου ἀγοράσατε παρ’ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ’ αὐτῶν ἀργυρίου καὶ πίεσθε· ὁ γὰρ κύριος ὁ θεὸς σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος. καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαύ, τοὺς κατοι- κοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν Ἄραβά ἀπὸ Ἀραβὰ καὶ ἀπὸ Γάβερ· Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ἔρημον ὁδὸν Μωάβ. Καὶ εἶπεν κύριος πρὸς μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Σηεὶρ κληρονομεῖν. οἱ Ομμεὶν πρότεροι ἐνεκάθηντο ἐπ’ αὐτῆς, ἔθνος μέγα καὶ πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ· Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ· καὶ οἱ Μωαβεῖται ἐπο- νομόζουσιν αὐτοὺς Ὀμμείν. καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ἠσαὺ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν, καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν· ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς. οὖν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζάρετ,