Ancient Greek · ~7 min
14.1 to 14.20
Septuaginta, Deuteronomium 14.1-20
Not analysed yet
Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ· ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῶ σου, καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς. Οὐ φάγεσθε πᾶν βδέλυγμα. ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν, ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν· πὰν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὐνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε. καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας, τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχη- λοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν. καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχιστῆρας ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, ὐτῶν οὐχ ἅψεσθε. Καὶ ταῦτα φάγεσθε ἀπὸ τῶν ἐν τῶ ὕδατι. πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε. καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ B λεπίδες οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν. Πᾶν ὄρνεον καθαρὸν φάγεσθε. καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν. τὸν ἀετὸν καὶ τὸν γρῦπα καὶ τὸν ἁλιάετον, καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ, καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον, καὶ ἁ καὶ κύκνον καὶ εἶβιν, καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμ αὐτῷ, καὶ ὔποπα καὶ νυκτικόρακα, καὶ πελεκᾶνα καὶ καὶ τὰ αὐτῷ, αὐτῷ, καὶ πορφυρίωνα καὶ νυκτερίδα. πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ὑμῖν ἐστιν, οὐ φάγεσθε ἀπ’ αὐτῶν. πᾶν πετεινὸν καθαρὸν φάγεσθε. πᾶν θνησιμαῖον οὐ φάτῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται καὶ φάἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἰ κυρίῳ τῷ θεῶ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.