Ancient Greek · ~6 min
14.21 to 14.28
Septuaginta, Deuteronomium 14.21-28
Not analysed yet
Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν, καὶ φάγῃ αὐτὸ ἐν τῶ τόπῳ ᾦἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας. ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἑ ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου· καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύση εἰς τὸν τόπον ὃν ἄν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν· καὶ καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἐόν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ φάγῃ ἐκεῖ ἐναντίον Κυρίου τοῦ θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ κα ὁ υἱός σου καὶ ὁ Λευειτης ὁ εν ταῖς πόλεσίν σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ· μετὰ τρία ἤ ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῶ ἐνιαυτῶ ἐκείνω θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου. καὶ ἐλεύσεται ὁ Λευείτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς κα ἡ χήρα ἡ ἱέν ταῖς πόλεσιν σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.