Ancient Greek · ~7 min
15.1 to 15.10
Septuaginta, Deuteronomium 15.1-10
Not analysed yet
Δι᾿ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως. ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις· ἐπικέκληται γὰρ ἡ ἄφεσις Κυρίῳ τῳ θεῶ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ, του ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομεῖν σε αὐτήν· ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσεν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σή- μερον. ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὅν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν. Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεὸς ὅς σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου, οὐδ’ οὐ μὴ συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῶ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐηίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. διδοὺς δώσεις αὐτῶ, δάν ἴον δανιεῖς αὐτῶ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται· καὶ οὐ λυπηθήσῃ τῇ καρδία σου διδόντος σου αὐτῷ, ὅτι διὰ τὸ ῥῆ μὰ τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.