Ancient Greek · ~6 min
19.11 to 19.21
Septuaginta, Deuteronomium 19.11-21
Not analysed yet
ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος ῥῶπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ’ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων. καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ κα λῆμ’· ψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῶ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραήλ, καὶ εὖ σοι ἱστᾶι. Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ. Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ῥῆμα. ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, καὶ καὶ γνώσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οι ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται, καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν ἐν ὑμῖν. οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός.