Ancient Greek · ~7 min
20.1 to 20.12
Septuaginta, Deuteronomium 20.1-12
Not analysed yet
Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδης ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν· ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου. καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς Ἄκουε, Ἰσραήλ· ὑμεῖς πορεύεσεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ’ ὑμῶν, σαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς. καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν κοινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ένκαινιεῖ αὐτήν. καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ άποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίον αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν. καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῆ πορευέσθω πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ. καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστὴσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκάλεσαι αὐτοὺς μετ’ εἰρήνης. ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσίν σοι καὶ ἀνοίξωσίν σοι, ἕαται πᾶς ὁ λαός, οἱ εὑρεθέντες ἐν αὐτῇ, ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου. ἐὰν δὲ μὴ ὑπακούσωσίν σοι καὶ ποιῶσιν πρὸς σὲ πόλεμον, περικαθιεῖς αὐτήν,