Ancient Greek · ~5 min
27.15 to 27.26
Septuaginta, Deuteronomium 27.15-26
Not analysed yet
Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν κα χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν Γένοιτο. Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάπατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λᾶος Γένοιτο.