Ancient Greek · ~7 min
28.1 to 28.12
Septuaginta, Deuteronomium 28.1-12
Not analysed yet
Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθην τῆς γῆς· καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσης τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. εὐλογημένος σὺ ἐν πόλει, καὶ εὑλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐνκαταλίμματά σου. εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλσγημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε. παραδῷ Κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου. ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμείοις σου, καὶ ἐπὶ πάντα οὗ ὂν τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι. ἀναστήσαι σε κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς ,πατράσιν σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ· καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε. καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι. ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῆ γῇ σου ἐπὶ καιροῦ, εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ.