Ancient Greek · ~7 min
28.26 to 28.40
Septuaginta, Deuteronomium 28.26-40
Not analysed yet
καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. πατάξαι σε κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι. πατάξαι σε κύριος παραπληξίᾳ ἀορασίας καὶ ἑ διανοίας· καὶ ἔση ψηλαφῶν μεσημβρίας, ὡς εἴ τι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται ὁ βοηθῶν. γυναὶκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν. οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φήῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, κοὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά· οὐκ ἰσχύσει σου ἡ χείρ. τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας. καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ. πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι, ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου. ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτὸν ἐπ’ ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις. καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἀπαγάγῃ σε κύριος ἐκεῖ. σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς. ἀμπελώνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.