Ancient Greek · ~7 min
28.13 to 28.25
Septuaginta, Deuteronomium 28.13-25
Not analysed yet
καταστήσαι σε Κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἴσῃ ὑποκάτω, ἐὰν ἁ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι φυλάσσειν· οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά, πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς. Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι ἁ κατάραι αὗται καὶ καταλήμψονταί σε. ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε. ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐμ πάντα οὗ ἀν’ ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολεθρεύσῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐνκατέλιπές με. προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἀν’ ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. πατάξαι σε κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἃν ἀπολέσωσίν σε. καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ. δῴη Κύριος ὁ θεός σου τὸν ὑετὸν τῇ γῆ σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται, ἕως ἂν ἐκτρίψῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει. δώῃ σε κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν, καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείοις τῆς γῆς.