Ancient Greek · ~7 min
29.1 to 29.13
Septuaginta, Deuteronomium 29.1-13
Not analysed yet
Οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέ- θέτο αὐτοῖς ἐν Χωρήβ. Καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ· τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα· καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. καὶ ἤγαγεν ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν. ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἴνα γνῶτε ὅτι Κύριος ὁ θεὸς ὑμῶν ἐγώ. καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν καὶ Ὢγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ὑμῖν ἐν πολέμῳ· καὶ ἐπατά- ξαμεν αὐτούς, καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν καὶ τῷ Γαδδεὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή. καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε. Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ· αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοπλοινοις κόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀρίς αὐτοῦ, ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον· ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἰπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.