Ancient Greek · ~7 min
29.14 to 29.23
Septuaginta, Deuteronomium 29.14-23
Not analysed yet
καὶ οὐχ μόνοις μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην §καὶ τὴν ἀρὰν ταύτην, ἀλλὰ καὶ τοῖς ὦδε οὖσι μεθ’ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν ὧδε σήμερον ὅτι ὑμεῖς οἴδατε πῶς κατοικήσαμεν ἐν γῆ Αἰγύπτῳ, ἐν μέσῳ τῶν ἐθνῶν, ὡς παρήλθετε. καὶ ἴδετε τὰ αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστιν παρ’ αὐτοῖς· μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἠ’ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν, πορευθέντες λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων. μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ. καὶ ἔσται ἐὰν ἀκούση τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῶ, ἀλλ’ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῶ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τ· ῶ βιβλίῳ τούτῳ, καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραήλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ’ ὑμᾶς, κα ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν Κύριος ἐπ’ αὐτήν, θεῖον B καὶ ἅλα κατακεκαυμένον, πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ όναβῇ ἐπ’ αὐτὴν πᾶν χλωρόν· ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα, Ἀδάμα καὶ Σεβωείμ, ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ.