Ancient Greek · ~3 min
29.24 to 29.29
Septuaginta, Deuteronomium 29.24-29
Not analysed yet
καὶ ἐροῦσιν πάντα τὰ ἔθνη Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ’ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου· καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.