Ancient Greek · ~7 min
3.13 to 3.24
Septuaginta, Deuteronomium 3.13-24
Not analysed yet
καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν Ἀργόβ, πᾶσαν γῆν βασᾶν ἐκείνην, γῆ Ῥαφαεὶν λογιπερίχωρον καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης. καὶ τῶ Μαχεὶρ εδωκα τὴν Γαλαάδ. καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν, καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· καὶ ἡ Ἄραβά καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἀλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν. Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπο- ρεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός. πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν· ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ ἢν ἔδωκα ὑμῖν. καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἠμῶν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκεῖ· οὐ φοβηθήσῇ, ὅτι κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμεῖ περὶ περὶ ὑμῶν. καὶ ἐδεήθην ἐναντίον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριε ὁ θεός, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου ;