Ancient Greek · ~7 min
3.1 to 3.12
Septuaginta, Deuteronomium 3.1-12
Not analysed yet
Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς βασᾶν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ. καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ὅγ’ βασιλέα τῆς βασᾶν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα Ἀργὸβ βασιλέως Ὢγ ἐν βασᾶν· πᾶσαι πόλεις ὀχυραί, ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. ἐξωλεθρύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνῶν καὶ ἕως Αερμών· ἐπονομάζουσιν τὸ Ἁερμὼν Σανιώρ, καὶ ὁ Ἀμορραῖος αὐτὸ Σανείρ· πᾶσαι πόλεις Μεισώρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα βασᾶν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ ὅγ’ ἐν τῇ βασᾶν· ὅτι πλὴν Ὢγ βασιλεὺς βασᾶν κατελείφθη ὑπὸ τῶν Ραφαείν. ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἄμμων· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος, ἐν πήχει ἀνδρός. καὶ καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαὰδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῶ Ρουβὴν καὶ τῷ Γόδ.