Ancient Greek
32.1 to 32.18
Septuaginta, Deuteronomium 32.1-18
Not analysed yet
XXXIIκαὶ ἀκουέτω ἡ γῆ ῥήματα ἐκ στόματός μου. προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου· ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον ὄτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ θεῷ θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· θεὸ πιστός, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος ἡμάρτοσαν, οὐκ αὐτῷ τέκνα, μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη. ταῦτα Κυρίῳ ἀνταποδίδοτε οὕτω. λαὸς μωρὸς καὶ οὐχὶ σοφός ; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέν σε ; μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεῶν γενεαῖς. ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν δρία ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μερὶς Τυρίου λαὸς αὐτοῦ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐν δίψει καύματος, ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν, καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμοῦ. ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Κύριος μόνος ἦγεν αὐτούς, οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος. αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἀνεβίβασεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας· βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον. καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐνκατέλιπεν τὸν θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. παρώξυνάν με ἐπ' ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανά με· ἔθυσαν δαῖμον ἴοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ῇδεισαν· καινοὶ πρόσφατοι ῆκαστιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. θεὸν τὸν γεννήσαντά σε ἐνκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.