Ancient Greek · ~7 min
Chapter 32, lines 32.19-32.37
Septuaginta, Deuteronomium 32.19-37
Not analysed yet
καὶ ἴδεν κύριος καὶ ἐζήλωσεν,
καὶ παρωξύνθη δι’ ὀργὴν υἱῶν αὐτοῦ κω θυγατέρωι
καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν,
καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων
ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν,
υἱοὶ οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ,
παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει,
ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
καυθήσεται ἕως ᾅδου κάτω·
καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
φλέξει θεμέλια ὀρέων.
συνάξω εἰς αὐτοὺς κάκα,
καὶ τὰ βέλη μου συνπολεμήσω εἰς αὐτούς.
τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
καὶ ὀπισθότονος ἀνίατος.
ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς,
μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
κα ἐκ τῶν ταμείων
νεανίσκος σὺν παθένῳ,
εἶπα Διασπερῶ αὐτούς,
παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
εἰ μὴ δι’ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν,
ἵνα μὴ συνεπιθῶνται οἱ ὒπεναντίοι.
μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ
καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν,
καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
οὐκ ἐφρόνησαν συνιέναι·
ταύτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον,
πῶς διώξεται εἷς χιλίους,
εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς,
καὶ Κύριος παρέδωκεν αὐτούς;
ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν.
οἱ ’δε ἐχθροὶ ἤμων ανοητοι.
ἐκ ἦκ’ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
σταφυλὴ αὐτῶν σταφυλὴ
βότρυς πικρίας αὐτοῖς·
θυμὸς δρακόντων ὁ οἶνος
καὶ θυμὸς ἀσπίδων ἀνίατος.
οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί,
καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
ἐν ἡμέρᾳ ἐκδικήσεω
ὅταν σφαλῇ ὁ ποὺς
ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς,
καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ
ἴδεν γὰρ παραλελυμένους αὐτοὺς
καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ
καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς ;