Ancient Greek · ~7 min
5.15 to 5.27
Septuaginta, Deuteronomium 5.15-27
Not analysed yet
καὶ ήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῆ Αἰγύπτῳ, καὶ ἐξήγαγέν σε κύριος ὁ σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· διὰ τοῦτο συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεός σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιοι ἦτε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι. Οὐ μοιχεύσεις. Οὐ φονεύσεις. Οὐ κλέψεις. Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρόν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σού ἐστιν. Τὰ ῥήματα ταῦτα ἐλάλησεν Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη· καὶ οὐ προσέθηκεν· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας, καὶ ἔδωκέν μοι. καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρός, καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρὸς μὲ πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν· καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν Κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι λαλήσει θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται. καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα. τίς γὰρ σὰρξ ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς, καὶ ζήσεται ; πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ὁ θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.