Ancient Greek · ~4 min
5.28 to 5.33
Septuaginta, Deuteronomium 5.28-33
Not analysed yet
καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ, καὶ εἶπεν κύριος πρὸς μέ Ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν. τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος; βάδισον εἰπὸν αὐτοῖς ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν. σὺ δὲ αὐτοῦ στῆθι καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς· καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ. καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, κατὰ πᾶσαν τὴν ὁδὸν ἢν ἑ ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· ὅπως καταπαύσῃ σε, καὶ εὖ σοι ᾖ, καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς κληρονομήσετε.