Ancient Greek · ~7 min
7.1 to 7.11
Septuaginta, Deuteronomium 7.1-11
Not analysed yet
VIIἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὑαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ κὼ ἰσχυρότερα ὑμῶν, καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τ· ὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς, οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῶ υἱῶ αὐτοῦ, κα τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς, καὶ ἐξολεθρεύσει σε τὸ τάχος. ἀλλ᾿ οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· ὅτι λαὸς ἅγ ἰὸς εἰ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ προείλατο Κύπιος ὁ θεός σου, εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς. οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθην, προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη· ἀλλὰ παρὰ τὸ ἀγαπᾷν κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατρά- σιν ὑμῶν, ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό ἐξ οἴκου δουλίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. καὶ γνώσεσθε σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἕλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς, καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς. καὶ φυλάξη τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.