Ancient Greek
7.12 to 7.21
Septuaginta, Deuteronomium 7.12-21
Not analysed yet
Καὶ ἱστᾶι ἐὰν ἀκούσητε τὰ δικαιώματα ταῦτα, καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν· καὶ ἀγαπήσει σε Κύριος καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε, καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἐπὶ τῆς γῆς ὡς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι. εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσίν σου. καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηρὰς ἃς καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σέ, καὶ ἐπιθήσει αὐτὰ τοὺς μισοῦντός σε. καὶ φάγῃ πάντα τὰ σκῦλα τῶν ἐθνῶν ἃ Κύριος ὁ θεός σου δίδωσίν σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστιν σοι. ᾿Εὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολεθρεῦσαι αὐτούς; ; οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησεν Κύριος ὁ θεός σου τῶ τῷ καὶ πᾶσι τοῖς Αἰγυπτίοις, τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε Κύριος ὁ θεός σου. οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς τοὶς ἔθνεσιν οὑς σὺ ἀπὸ προσώπου αὐτῶν. καὶ τὰς σφηκίας ἀποστελεῖ κύριος ὁ θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελιμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ· οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ θεός σου ἐν σοί, θεὸς μέγας καὶ κραταιός.