Ancient Greek · ~3 min
7.22 to 7.26
Septuaginta, Deuteronomium 7.22-26
Not analysed yet
καὶ καταναλώσει Κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς ἀπωλίᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς· καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνων. οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἀν’ ἐξολεθρεύσῃ αὐτούς. τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν ἐν πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον καὶ χρυσίον ἀπ’ αὐτῶν. οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι’ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῶ σού ἐστιν· καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθημα ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ ματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστιν.