Ancient Greek · ~3 min
3.17 to 3.23
Septuaginta, Esdrae I (liber apocryphus) 3.17-23
Not analysed yet
Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν, τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου· καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα· καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν, καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σ πῶνται μαχαιρας· καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν. ὦ ἄνδρες. οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕταως εἴπας.