Ancient Greek · ~7 min
4.1 to 4.16
Septuaginta, Esdrae I (liber apocryphus) 4.1-16
Not analysed yet
Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως Ὦ ἄνδρες, οὐχ ὑπερι σχύουσιν οἱ ἄνθραωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς; ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν. ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους. φονεύουσιν καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ἐὰν προνομεύσαωσιν καὶ τὰ ἄλλα πάντα. καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. καὶ αὐτὸς εἰ μόνος ἐστίν, ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν· εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν· καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει. αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ. ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν. Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστιν Ζοροβαβέλ, ἤρξατο λαλεῖν Ἄνδρες, οὐ μέγας ὁ βασιλεύς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύεις τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων; ()οὐχ αἱ γυναῖκες; αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς· καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὦν ὁ οἶνος γίνεται,