Ancient Greek · ~7 min
4.17 to 4.32
Septuaginta, Esdrae I (liber apocryphus) 4.17-32
Not analysed yet
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν. ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον, καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν κέχηναν, καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐνκαταλείπει ὃς ἐξέθρεψεν αὐτὸν καὶ τὴν ἰδίαν χώραν, καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται, καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχήν, καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν. καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε; καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν, καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς, καὶ τὸν λέοντα θεωρεῖ, καὶ ἐν σκότει βαδίζει· καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει. καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα. καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας, καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς· καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας. καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ; ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως, καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν αὑτῇ· καὶ ἐράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ. καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν γελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπʼ αὐτόν, κολακεύει αὐτὴν ὅπως διαλλαγῇ αὐτῷ. ὦ ἄνδρες, πῶς οὐκ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν;