Ancient Greek · ~7 min
4.45 to 4.57
Septuaginta, Esdrae I (liber apocryphus) 4.45-57
Not analysed yet
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰουδαῖοι, ὅτε ἐρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων. καὶνῦν τοῦτό ἐστιν ὅσα ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὁ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτόν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἰερουσαλήμ. καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λβάνῳ καὶ ἔγραψεν ἐπιστολάς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἰερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσιν μετʼ αὐτοῦ τὴν πόλιν. καὶ ἔγραψεν πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπέρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Χαλδαῖοι ἀφίουσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ἰουδαίων· καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι. καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτὰ καὶ δέκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν· καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. καὶ τοῖς Λευείταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας ᾖ ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἰερουσαλὴμ οἰκοδομηθῆναι. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἰερουσαλήμ.