Ancient Greek · ~2 min
4.58 to 4.63
Septuaginta, Esdrae I (liber apocryphus) 4.58-63
Not analysed yet
Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰερουσαλὴμ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ (59)λέγων Παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων. καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν. καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν ἀναβῆναι καὶ οἰκοδομῆσαι Ἰερουσαλὴμ καὶ τὸ ἱερὸν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπʼ αὐτῷ· καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.