Ancient Greek · ~7 min
5.1 to 5.17
Septuaginta, Esdrae I (liber apocryphus) 5.1-17
Not analysed yet
Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἰ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. καὶ Δαρεῖος συναπέστειλεν μετʼ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν. καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες· καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετʼ ἐκείνων. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. οἱ ἱερεῖς υἱοὶ Φινεές υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα, ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περκῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός. εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ (8)καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος. Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν. ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορός, ἑβδομήκοντα δύο χιλιάδες· υἱοὶ Ἀρές, ἑπτακόσιοι πεντήκοντα ἕξ, υἱοὶ Φθαλειμωάβ, εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ῥοβοάβ, δισχλιοι ὀκτακόσιοι δύο· υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ· υἱοὶ Βηβαί, ἑξακόσιοι τριάκοντα τρεῖς· υἱοὶ Ἀργαί, χίλιοι τριακόσιοι εἴκοσι δύο· υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἐξακόσιοι ἕξ· υἱοὶ Ἀδειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ἀζὴρ Ἐζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἐξήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο· υἱοὶ Ἁννείς, ἑκατὸν εἷς· υἱοὶ Ἀρόμ, υἱοὶ Βασσαί, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀρσειφουρείθ, υἱοὶ Βαιτηροῦς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Ῥαγεθλωμῶν, ἑκατὸν εἴκοσι τρεῖς·