Ancient Greek · ~7 min
8.28 to 8.47
Septuaginta, Esdrae I (liber apocryphus) 8.28-47
Not analysed yet
Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως. ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ, Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα· ἐκ τῶν Μααθμωάβ, Ἐλιαλωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· ἐκ τῶν υἱῶν Ζαθοής, Εἰεχονίας Ἰεθήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· τῶν υἱῶν Ἀδείν, Οὐβὴν Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα· ἐκ τῶν υἱῶν Λάμ, Ἐσίας Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· ἐκ τῶν υἱῶν Σοφοτίου, Ζαραίος Μειχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο· ἐκ τῶν υἱῶν Βανιάς, Σαλειμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν ἐξήκοντα· ἐκ τῶν Βαιήρ, Ζαχαριαὶ Βημαί, καὶ μετʼ αὐτοῦ ἄνδρες εἵκοσι ὀκτώ· υἱοὶ Ἀστάθ, Ἰωάνης Ἀκατάν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα· ἐκ τῶν υἱῶν Ἀδωνιακαὶμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλειφάλα τοῦ Γεουὴλ καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα· ἐκ τῶν υἱῶν Βαναὶ Οὐτοὺ Ἰστακάλκου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα. Καὶ> συναγαγὼν αὐτοὺς ἐπὶ τὸν λεγόμενον Ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς. καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευειτῶν οὐχ εὑρὼν ἐκεῖ ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδούηλον καὶ Μαασμᾶν καὶ Ἐναατὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Ναθάν, Ἐννατάν, Ζαχαρίαν καὶ Μεσολαβών, τοὺς ἡγουμένους καὶ ἐπιστήμονας, καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λααδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ γαζοφυλακίου, ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Λοδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσαντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν, ἄνδρα ἐπιστήμονα, τῶν υἱῶν Μοολεὶ τοῦ Λευεὶ τοῦ Ἰσραὴλ Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς δέκα· οἱ ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἵκοσι ἄνδρες·