Ancient Greek
8.48 to 8.60
Septuaginta, Esdrae I (liber apocryphus) 8.48-60
Not analysed yet
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυείδ, καὶ οἱ ήγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευειτῶν, ἱερόδουλοι, διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ὀνοματογραφία. καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι κυρίου ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ κτήνεσιν. ἐνετράπην γὰρ ἱππεῖς καὶ πεζοὺς προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντίους ἡμῖν. εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν. καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου. καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Ἐσερεβίαν καὶ Ἀσσαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα. καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν· οὕτως ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ. καὶ παρέδωκεν αὐτοῖς στήσας τάλαντα ἀργυρίου ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρυσίου ταλάντων ἑκατόν, (58)χρυσώματα εἴκοσι, καὶ σκεύη χαλκᾶ ἀπὸ χαλκοῦ χρηστοῦ στίλβοντα σκεύη δέκα. καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν. ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν. καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου. Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.