Ancient Greek · ~7 min
8.61 to 8.73
Septuaginta, Esdrae I (liber apocryphus) 8.61-73
Not analysed yet
καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου Μαρμωθὶ Οὐρεία ἱερεῖ, καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ ὁ τοῦ Φεινεές· καὶ ἦσαν μετʼ αὐτῶν Ἰωσαβεὲς Ἰησοῦς καὶ Μωὲθ Σαβάννου, οἱ Λευεῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν πάντα· (65)καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῇ τῇ ὥρᾳ. οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ ἐνενήκοντα ἕξ, (67)ἄρνας ἑβδομήκοντα ἕξ, τράγους ὑπὲρ σωτηρίου δέκα δύοἅπαντα θυσίαν τῷ κυρίῳ. καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου. Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες Οὐκ ἐχώρισαν καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται (70)καὶ ἀλλογενῆ ἔθνη τῆς γῆς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβειτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων. συνῴκισάν τινας τῶν θυγατερῶν αὐτῶν, καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν· καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς. καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος. καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα ἔρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κατέτεινον τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος. καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτέ ἐπεκινοῦντο τῷ ῥήματι Κυρίου τοῦ Ἰσραὴλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας. καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσαωπόν σου. αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπέρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.