Ancient Greek · ~3 min
8.88 to 8.92
Septuaginta, Esdrae I (liber apocryphus) 8.88-92
Not analysed yet
Καὶ ὅτε προσευχόμενος Ἔσρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες, νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἐσρᾳ Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον· καὶ κατῴκησαν γυναῖκες ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· (94)καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. ἐν τούτῳ γενέσθω ἡμῖν ὀρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, (95)ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχήσουσιν τοῦ νόμου τοῦ κυρίου. ἀναστὰς ἐπιτέλει· (96)πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς Ἔσρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευειτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.