Ancient Greek
9.1 to 9.16
Septuaginta, Esdrae I (liber apocryphus) 9.1-16
Not analysed yet
Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνᾶ τοῦ Νασείβου, καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν, πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους. καὶ ἐγένετο κήρυγμα ἐν ὁλῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἰερουσαλήμ· καἰ ὅσοι ἅν μὴ ἀπαντἠσουσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας. Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἰερουσαλήμ· οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός. καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες τὸν ἐνεστῶτα χειμῶνα. καὶ ἀναστὰς Ἐσρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνοικήσατε γυναιξὶν ἀλλογενέσιν, προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ. καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν ἀλλογενῶν. καὶ ἐφώνησαν πᾶν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν. ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις. στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον· ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου. Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς. καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.