Ancient Greek
19.1 to 19.10
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 19.1-10
Not analysed yet
Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις. καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν, καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου θεοῦ αὐτῶν, καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ θεῷ αὐτῶν. καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευειτῶν Ἰησοῦς καὶ υἱοὶ Καδμιήλ, Σαραβιὰ υἱὸς Ἀραβιά, καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν θεὸν αὐτῶν. καὶ εἴποσαν οἱ Λευεῖται Ἰησοῦς καὶ Καδμιήλ Ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου, καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει. καὶ εἶπεν Ἔσρας Σὺ εἶ αὐτὸς Κύριος μόνος· σὺ ἐποίησας τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα· καὶ σοὶ προσκυνοῦσιν αἱ στρατεῖαι τῶν οὐρανῶν. σὺ εἶ ό θεός, σὺ ἐξελέξω ἐν Ἀβρὰμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων, καὶ ἐπέθηκας αὐτῷ ὄνομα Ἀβραάμ. καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου, καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ. καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ, καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν. καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ, ἐν Φαραὼ καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπʼ αὐτούς· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη.