Ancient Greek · ~7 min
19.11 to 19.21
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 19.11-21
Not analysed yet
καὶ τὴν θάλασσαν ἔρηξας ἐνώπιον αὐτοῦ, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ. καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾖ πορεύσονται ἐν αὐτῇ. καὶ ἐπὶ ὄρος Σεινὰ κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδαωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς. καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου. καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτείαν αὐτῶν, καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν. καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφʼ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς. καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου. καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι, καὶ οὐκ ἀνεμνήσθησαν τῶν θαυμασίων σου ὦν ἐποίησας μετʼ αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ. καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτείρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐνκατέλιπες αὐτοὺς. ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν Οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. καὶ σὺ ἐν οἰκτειρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐνκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ· τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς, καὶ τὸ μάννα σου οὐκ ἀφυστερήσας ἀπὸ στόματος αὐτῶν, καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν. καὶ τεσσεράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ· οὐχ ὑστέρησας· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν.