Ancient Greek
20.1 to 20.33
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 20.1-33
Not analysed yet
Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας υἱὸς Ἁχελιά, καὶ Σεδεκίκς υἱὸς Σαραία, καὶ Ἀζαριά, καὶ Ἰερμιά, Φασούρ, Ἀμαριά. Μελχειά, Τούς, Ἐβανεί, Μαλούχ, Εἱράμ, Ἀμεραμώς. Ἀβδειά, Δανιήλ, Τνατόθ, Βαρούχ, Μεσουλάμ, Ἀβειά, Μιαμείμ, Ναδεία, Βελσειά, Σαμαιά, οὗτοι ἱερεῖς· καὶ οἱ Λευεῖται, Ἰησοῦς υἱὸς Ἀζανειά, Βαναιοὺ ἀπὸ υἱῶν Ἡναδάβ, Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανιά, Ὡδουιά, Καντά, Ζαχώρ, Ζαραβιά, Σεβανιά, Ὡδουμ, υἱοὶ Βενιαμείν· ἄρχοντες τοῦ λαοῦ Φάρος, Φααδμωάβ, Ἠλάμ. Ζαθουιά· υἱοὶ Βανί, Ἀσγάδ, Βηδαί, Ἐβανά, Βαγοσί, Ἠδείν, Ἀδῆρ, Ἑζεκιά, Ἀδούρ, Οδουιά, Ἡσάμ, Βησεί, Ἁρείφ Ἀναθὼθ, Βωναί, Βαγαφής. Μεσουλάμ. Ἡζείρ, Σαδδούκ, Φαλτιά, Ανάν, Ἀἰά, Ὡοηθά, Ἁνανά, Ἁσούθ, Ἁλωής. Φαδαείς, Σωβήκ, Ῥαούμ, Ἐσαβανά, Μαασαιὰ καὶ Ἀρά, Αἱνάν, Ἠνάμ, Μαλούχ, Ἡράμ, Βααανά. Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευεῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ Ναθινείμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνίων ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ Τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὅς ἐδόθη ἐν χειρὶ Μωυσῇ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ἡμῶν καὶ κρίματα αὐτοῦ, καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν· καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ζ΄ καὶ ἀπαίτησιν πάσης χειρός. καὶ ποιήσομεν ἐφʼ ἡμᾶς ἐντολάς, δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν, εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ, καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραήλ, καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν.