Ancient Greek
20.34 to 20.39
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 20.34-39
Not analysed yet
καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευείται καὶ ὁ λαὸς ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς χρόνων ἐνιαυτὸν κατʼ ἐνιαυτόν, ἐκκαῦσαι περὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν βιβλίῳ· καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον, καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν. καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσι, εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευείταις· καὶ αὐτοὶ οἱ Λευεῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν. καὶ ἔσται ὁ ἱερεὺς Ἀαρὼν μετὰ τοῦ Λευείτου ἐν τῇ δεκάτῃ τοῦ Λευείτου, καὶ οἱ Λευεῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ. ὅτι εἰς τοὺς θησαυροὺς οἴσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ Λευεῖται ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ἄδοντες· καὶ οὐκ ἐνκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.