Ancient Greek
6.1 to 6.12
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 6.1-12
Not analysed yet
Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην, καὶ ἐπεσκέψατο ἐν βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι. καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου ἱεροῦ θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ καὶ τόπου οὗ θυσιάζουσιν τὰ θυσιάσματα. καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, καὶ δόμοι λίθινοι τρεῖς, καὶ δόμος ξύλινος εἶς· καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται. καὶ τὰ σκεύη οἴκου θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἐπὶ τόπου ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ. νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ, Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι ἐν πέρα ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν· ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ· καὶ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ. καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη μή ποτέ τι ποιήσητε μετὰ πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις, τὸ μὴ καταργηθῆναι· καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἄλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἰερουσαλήμ, ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὁ ἐὰν αἰτήσωσιν, ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ, καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ. καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καὶ καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος πληγήσεται ἐπʼ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατʼ ἐμέ ποιηθήσεται. καὶ ὁ θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαὸν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται.