Ancient Greek
6.13 to 6.22
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 6.13-22
Not analysed yet
Τότε Γανθαναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζὰν καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐπιμελῶς ἐποίησαν. καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἰκοδομοῦσιν καὶ οἰ Λευεῖται ἐν προφητείᾳ Ἁγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδώ· καὶ ᾠκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀσταρθὰ βασιλέων Περσῶν. καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅς ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ. καὶ προσήνεγκαν εἰς τὰ ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπέρ παντὸς Ἰσραὴλ δώδεκα, εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ. καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσει αὐτῶν καὶ τοὺς Λευείτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ. Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20ὅτι ἐκαθερίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς. καὶ ἔφαγον οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα, ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος εἰς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον θεὸν Ἰσραήλ. καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτούς, καὶ ἐπέστρεψεν καρδία βασιλέως Ἀσσοὺρ ἐπʼ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου θεοῦ Ἰσραήλ.