Ancient Greek
8.1 to 8.17
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 8.1-17
Not analysed yet
Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετʼ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασθὰ τοῦ βασιλέως Βαβυλῶνος. ἀπὸ υἱῶν Φεινεές, Ιηρσώμ· ἀπὸ υἱῶν Ἰθαμάρ, Δανιὴλ· ἀπὸ υἱῶν Δαυείδ, Γούς· ἀπὸ υἱῶν Σαναχιὰ ἀπὸ υἱῶν Φορός, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα· ἀπὸ υἱῶν Φααθμωάβ, Ἐλιανὰ υἱὸς Ζαρειά, καὶ μετʼ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Ἀδείν, Ὠβὴθ υἱὸς Ἰωναθάν, καὶ μετʼ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Ἠλά, Ἰοσειὰ υἱὸς Ἀθελεί, καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Σαφατειά, Ζαβδειὰ υἱὸς Μειχαήλ, καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀδειὰ υἱὸς Ἰεμά, καὶ μετʼ αὐτοῦ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Σαλειμοὺθ υἱὸς Ἰωσεφειά, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἐξήκοντα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Βαβεί, καὶ Ἀζαριὰ υἱὸς Βαβεί, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Ἀστάδ, Ἰωνὰν υἱὸς Ἁκατάν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Ἀδανεικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἀλειφὰτ καὶ Εὐειὰ καὶ Σαμαιά, ἐξήκοντα τὰ ἀρσενικά· καὶ ἀπὸ υἱῶν Βαγὸ Οὐθί καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά. Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐείμ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσιν, καὶ ἀπὸ υἱῶν Λευεὶ οὐχ εὗρον ἐκεῖ. καὶ ἀπέστειλα τῷ Ἐλεαζάρ, τῷ Ἀριήλ, τῷ Σαμαιὰ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἀρὲβ καὶ τῷ Ἐλναθὰμ καὶ τῷ Ναθὰν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσουὰμ ἄνδρας· καὶ τῷ Ἀρεὶβ καὶ τῷ Ἐαναθὰν συνιόντας. καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθανεὶμ ἐν ἀργυρίῳ τόπου τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον θεοῦ ἡμῶν.